TLG 1173 001 :: ARCHEDEMUS :: Fragmenta ARCHEDEMUS Phil., Stoicus Fragmenta Citation: Fragment — (line) | ||
1 | Strabo XIV p. 674. ἄνδρες δ’ ἐξ αὐτῆς (scil. τῆς Ταρσοῦ) γεγόνασι τῶν μὲν Στωϊκῶν Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ etc. | |
2 | Plutarchus de exilio 14 p. 605b. ὁ δ’ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωϊκὴν διαδοχὴν ἀπέλιπε. | |
3 | Arrianus Epict. dissert. II 17, 40. οὐδ’ ἐγγὺς ἐσόμεθα τοῦ προ‐ κόψαι, κἂν πάσας τὰς εἰσαγωγὰς καὶ τὰς συντάξεις τὰς Χρυσίππου μετὰ τῶν Ἀντιπάτρου καὶ Ἀρχεδήμου διέλθωμεν. II 4, 11. „ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ.“ Ἀρχέδη‐ | |
5 | μον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει; | |
---|---|---|
4 | Arrianus Epict. dissert. III 2, 13. εἰ Χρύσιππον ἀνέγνως ἢ Ἀντίπατρον. εἰ μὲν γὰρ καὶ Ἀρχέδημον, ἀπέχεις ἅπαντα. III 21,7. καὶ μὴν ἐγὼ ὑμῖν ἐξηγήσομαι τὰ Χρυσίππεια, ὡς οὐ‐ δείς .. τὴν λέξιν διαλύσω καθαρώτατα· προσθήσω ἄν που καὶ Ἀντι‐ | |
5 | πάτρου καὶ Ἀρχεδήμου φοράν. | |
5 | Diog. Laërt. VII 40. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάτ‐ τουσι, δεύτερον δὲ τὸ φυσικὸν καὶ τρίτον τὸ ἠθικόν· ὧν ἐστι—καὶ Ἀρχέδημος. | |
6 | Diocles Magnes apud Diog. Laërt. VII 55. καὶ σῶμα δ’ ἐστὶν ἡ φωνὴ κατὰ τοὺς Στωϊκούς, ὥς φησιν Ἀρχέδημός τε ἐν τῇ περὶ φωνῆς καὶ etc.——πᾶν γὰρ τὸ ποιοῦν σῶμά ἐστι· ποιεῖ δὲ ἡ φωνὴ προσιοῦσα τοῖς ἀκούουσιν ἀπὸ τῶν φωνούντων. | |
7 | Demetrius de elocutione 34 (Vol. III p. 269, 19 Spengel). τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται „κῶλόν ἐστι τὸ ἕτερον μέρος περιόδου“. εἶτα ἐπιφέρει· „γίνεται δὲ καὶ ἁπλῆ περίοδοσ“. ——ὁ δὲ Ἀρχέδημος συλλαβὼν τὸν ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφε‐ | |
5 | ρόμενον τῷ ὅρῳ σαφέστερον καὶ τελεώτερον οὕτως ὡρίσατο „κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίοδος ἢ συνθέτου περιόδου μέρος.“ | |
8 | Clemens Alex. Stromat. VIII p. 332 Sylb., V. II p. 930 Pott. | |
τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτια, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν. εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) | 262 | |
5 | τὰ αἴτια· ἤ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἴτια λεχθήσε‐ ται, οἷον τοῦ τέμνεται, οὗ πτῶσις τὸ τέμνεσθαι· τὰ δ’ ἀξιωμάτων, ὡς τοῦ „ναῦς γίνεται“, οὗ πάλιν [ἡ] πτῶσίς ἐστι τὸ ναῦν γίνεσθαι. | |
9 | Diocles Magnes apud Diog. Laërt. VII 68. τῶν ἀξιωμάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ, ὥς φασιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον——. ἁπλᾶ μὲν οὖν ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος μὴ διαφορουμένου [ἢ ἐξ ἀξιωμάτων], οἷον τὸ „ἡμέρα ἐστί“. οὐχ ἁπλᾶ | |
5 | δέ ἐστι τὰ συνεστῶτα ἐξ ἀξιώματος διαφορουμένου ἢ ἐξ ἀξιωμάτων. ἐξ ἀξιώματος μὲν διαφορουμένου, οἷον „εἰ ἡμέρα ἐστίν, 〈ἡμέρα ἐστίν〉.“ ἐξ ἀξιωμάτων δέ, οἷον „εἰ ἡμέρα ἐστί, φῶς ἐστι“. | |
10 | Arrianus Epict. dissert. II 19, 9. (eos qui περὶ δυνατῶν et περὶ κυριεύοντος scripserunt, enumerans) καὶ Κλεάνθης δ’ ἰδίᾳ γέ‐ γραφεν περὶ τούτου καὶ Ἀρχέδημος. | |
11 | Quintilianus institut. orat. III 6, 31. Fuerunt qui duos status facerent: Archedemus coniecturalem et finitivum exclusa qualitate, quia sic de ea quaeri existimabat „quid esset inicum? quid iniustum? quid dicto audientem non esse?“ quod vocat de eodem et alio. | |
5 | ibid. 33. quemadmodum ab Archedemo qualitas exclusa est. | |
12 | Diog. Laërt. VII 134. δοκεῖ δ’ αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν, τὴν ὕλην, τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον, τὸν θεόν· τοῦ‐ τον γὰρ ἀΐδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ | |
5 | τὸ δόγμα τοῦτο Ζήνων μέν—— —Ἀρχέδημος δ’ ἐν τῷ περὶ στοιχείων. | |
13 | Syrianus in Aristot. Metaph. (Aristot. Acad. Ber. Vol. V) p. 892b 14. ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιπ‐ πος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωϊκῶν ὕστερον ᾠήθησαν etc. | |
14 | Plutarchus de communibus notitiis 41 p. 1081. Ἀρχέδημος μὲν ἀρχήν τινα καὶ συμβολὴν εἶναι λέγων τοῦ παρῳχημένου καὶ τοῦ ἐπιφερομένου τὸ „νῦν“ λέληθεν αὑτόν, ὡς ἔοικε, τὸν πάντα χρόνον ἀναιρῶν. εἰ γὰρ τὸ „νῦν“ οὐ χρόνος ἐστὶν ἀλλὰ πέρας χρόνου, πᾶν | |
5 | δὲ μόριον χρόνου τοιοῦτον οἷον τὸ νῦν ἐστιν, οὐδὲν φαίνεται μέρος ἔχων ὁ σύμπας χρόνος, ἀλλ’ εἰς πέρατα διόλου καὶ συμβολὰς καὶ ὁρμὰς | |
ἀναλυόμενος. | 263 | |
15 | Aëtius II 4, 17 (DG p. 332, 26). Ἀρχέδημος τὸ ἡγεμονικὸν τοῦ κόσμου ἐν γῇ ὑπάρχειν ἀπεφήνατο. | |
16 | Simplicius in Aristot. de caelo p. 512, 28 Heibg. καὶ γὰρ δυ‐ νατὸν πιθανῶς κατασκευάζειν, ὅτι τὸ πῦρ ἐν τῷ μέσῳ (scil. τοῦ κόσμου) ἐστίν, ἀλλ’ οὐχ ἡ γῆ. ——513,7. ταύτης τῆς δόξης νεώτερος μὲν τοῦ Ἀριστοτέλους Ἀρχέδημος γέγονε. | |
17 | Seneca epist. 121,1. Litigabis, ego video, cum tibi hodiernam quaestiunculam, in qua satis diu haesimus, exposuero. iterum enim ex‐ clamabis——: „hoc quid ad mores?“ sed——tibi primum alios opponam, cum quibus litiges, Posidonium et Archedemum: hi iudicium accipient. | |
5 | 5. quaerebamus an esset omnibus animalibus constitutionis suae sensus. | |
18 | Diog. Laërt. VII 84. τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν (ipsam partitionem vide Chrys. fr. eth. 1) καὶ οὕτω δ’ ὑπο‐ διαιροῦσιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον etc. | |
19 | Diog. Laërt. VII 88. Ἀρχέδημος δὲ τὸ πάντα τὰ καθήκοντα ἐπιτελοῦντα ζῆν. | |
20 | Stobaeus eclog. II 75, 11 W. τὸ δὲ τέλος ὁ μὲν Ζήνων οὕ‐ τως ἀπέδωκε „τὸ ὁμολογουμένως ζῆν“——οἱ δὲ μετὰ τοῦτον προσ‐ διαρθροῦντες οὕτως ἐξέφερον——Ἀρχέδημος δὲ „πάντα τὰ καθή‐ κοντα ἐπιτελοῦντας ζῆν.“ | |
21 | Clemens Alex. Stromat. II 21 p. 179 Sylb., V. I p. 497 Pott. Ἀρχέδημός τε αὖ οὕτως ἐξηγεῖτο· „εἶναι τὸ τέλος 〈ζῆν〉 ἐκλεγόμενον τὰ κατὰ φύσιν μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν.“ | |
22 | Sextus adv. math. XI 73. ὁ δὲ Ἀρχέδημος κατὰ φύσιν μὲν εἶναι (scil. τὴν ἡδονήν) ὡς τὰς ἐν μασχάλῃ τρίχας, οὐχὶ δὲ καὶ ἀξίαν | |
ἔχειν. | 264 |